…πρὸς δὲ ταύταις Ἀρσινόην ἐγέννησε. ταύτῃ μίγνυται Ἀπόλλων, ἡ δὲ Ἀσκληπιὸν γεννᾷ. τινὲς δὲ Ἀσκληπιὸν οὐκ ἐξ Ἀρσινόης τῆς Λευκίππου λέγουσιν, ἀλλ᾽ ἐκ Κορωνίδος τῆς Φλεγύου ἐν Θεσσαλίᾳ. καί φασιν ἐρασθῆναι ταύτης Ἀπόλλωνα καὶ εὐθέως συνελθεῖν· τὴν δὲ παρὰ τὴν τοῦ πατρὸς γνώμην [ἑλομένην] Ἴσχυϊ τῷ Καινέως ἀδελφῷ συνοικεῖν. Ἀπόλλων δὲ τὸν μὲν ἀπαγγείλαντα κόρακα καταρᾶται, ὃν τέως λευκὸν ὄντα ἐποίησε μέλανα, αὐτὴν δὲ ἀπέκτεινε. καιομένης δὲ αὐτῆς ἁρπάσας τὸ βρέφος ἐκ τῆς πυρᾶς πρὸς Χείρωνα τὸν Κένταυρον ἤνεγκε, παρ᾽ ᾧ καὶ τὴν ἰατρικὴν καὶ τὴν κυνηγετικὴν τρεφόμενος ἐδιδάχθη…
Ορφικός Ύμνος προς τον Ασκληπιό
ѳέλγων ἀνѳρώπων πολυαλγέα πήματα νούσων,
ἠπιόδωρε, κραταιέ, μόλοις κατάγων ὑγίειαν
καὶ παύων νούσους, χαλεπὰς κῆρας ѳανάτοιο,
αὐξιѳαλής, ἐπίκουρ’, ἀπαλεξίκακ’, ὀλβιόμοιρε,
Φοίβου Ἀπόλλωνος κρατερὸν ѳάλος ἀγλαότιμον,
ἐχѳρὲ νόσων, Ὑγίειαν ἔχων σύλλεκτρον ἀμεμφῆ,
ἐλѳέ, μάκαρ, σωτήρ, βιοτῆς τέλος ἐσѳλὸν ὀπάζων.
Ώ συ Ασκληπιέ, ιατρέ των πάντων, ώ δέσποτα Παιάνα πού μαγεύεις τα εκ των νόσων
παθήματα των ανθρώπων, πού προξενούν μεγάλους πόνους, συ πού καταπραΰνεις με τα
δώρα σου ο ισχυρός, είθε να έρθεις φέρων σε εμάς την υγεία και καταπαύων τις
βαρειές ασθένειες και τον ολέθριο θάνατο, συ ώ νέε, πού συντελείς στην αύξηση και
απομακρύνεις τα κακά ο καλότυχος συ το ισχυρό βλαστάρι, το πολυτίμητο του Φοίβου
Απόλλωνος, ο εχθρός των νοσημάτων, πού έχεις άμεμπτη σύζυγο την Υγείαν έλα,
μακάριε, σωτήρα μας, δώσε μας καλό τέλος του βίου.