῞Ηφαιστ᾽ ὀμβριμόθυμε, μεγασθενές, ἀκάματον πῦρ,
λαμπόμενε φλογέαις αὐγαῖς,
φαεσίμβροτε δαῖμον,
φωσφόρε, καρτερόχειρ, αἰώνιε, τεχνοδίαιτε, ἐργαστήρ,
κόσμοιο μέρος, στοιχεῖον ἀμεμφές,
παμφάγε, πανδαμάτωρ, πανυπέρτατε, παντοδίαιτε,
αἰθήρ, ἥλιος, ἄστρα, σελήνη, φῶς ἀμίαντον·
ταῦτα γὰρ Ἡφαίστοιο μέλη θνητοῖσι προφαίνει.
πάντα δὲ οἶκον ἔχεις, πᾶσαν πόλιν, ἔθνεα πάντα, σώματά τε θνητῶν οἰκεῖς,
πολύολβε, κραταιέ.
κλῦθι, μάκαρ, κλήιζω <σε> πρὸς εὐιέρους ἐπιλοιβάς,
αἰεὶ ὅπως χαίρουσιν ἐπ᾽ ἔργοις ἥμερος ἔλθοις.
παῦσον λυσσῶσαν μανίαν πυρὸς ἀκαμάτοιο καῦσιν ἔχων φύσεως ἐν σώμασιν ἡμετέροισιν.
και φωτίζεσαι από φλογερές λάμψεις,
Και κατοικείς εσύ είς πάντα οίκον, όλες τις πόλεις, όλα τα έθνη·
καί κατοικείς (ως πυρ, ως φωτιά) μέσα είς τα σώματα των ανθρώπων, εσύ με την μεγάλην ευτυχίαν, ο ισχυρός.
Άκουσέ με μακάριε, εσέ προσκαλώ είς τάς Ιεράς σπονδάς,
Κατάπαυσε την λυσσασμένην μανίαν του ακατάβλητου πυρός, παρέχων είς τα ιδικά μας σώματα την φυσικην καύσιν (όχι διεγέρσεις αφύσικες).